Loading…

The Nicomachean Ethics: Greek Text is unavailable, but you can change that!

This volume contains the Greek text of Aristotle’s Nicomachean Ethics.

ἀλλὰ καὶ [ὁ]1 οὕτω πράττων ὡς οἱ δίκαιοι καὶ οἱ σώφρονες πράττουσιν. (5) εὖ οὖν λέγεται ὅτι ἐκ τοῦ τὰ δίκαια πράττειν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· [10] ἐκ δὲ τοῦ μὴ πράττειν ταῦτα οὐδεὶς ἂν οὐδὲ μελλήσειε γίνεσθαι2 ἀγαθός. (6) ἀλλ᾿ οἱ πολλοὶ ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὸν λόγον καταφεύγοντες οἴονται φιλοσοφεῖν καὶ οὕτως ἔσεσθαι σπουδαῖοι, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, [15] οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δ᾿ οὐθὲν τῶν προσταττομένων. ὥσπερ οὖν οὐδ᾿ ἐκεῖνοι
Page 86